Нд, 25.06.2017, 22:39
 
Головна Реєстрація Вхід
Зробити стартовою / Додати у Вибране / RSS
ГОЛОВНЕ МЕНЮ
РОЗДІЛИ БІБЛІОТЕКИ
Статті адміністратора
Різні статті
Пам’яті пастиря
Спогади про митрополита Даниїла
Догматичне богослів’я
Церковне право
Новий Завіт
Персоналії
Історія
Проповіді
Дідахі
Вселенське Паравослав’я
Історія Древньої Церкви
Літургіка
Патрологія
Статті грецькою
Статті англійською
Молитовник
Молитви
Книга Правил
ОПИТУВАННЯ
Як Вам наш оновлений портал?
Всього відповідей: 381
Головна » Бібліотека » Дідахі

Διδαχη 1-7 (текст грецькою мовою)
ΔΙΔΑΧΗ ΤΩΝ ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΩΝ

Το κείμενο της Διδαχής των Αποστόλων

(«Διδαχή Κυρίου δια των δώδεκα αποστόλων τοις έθνεσιν»)


I (1)

1. Οδοί δύο εισί, μία της ζωής και μία του θανάτου, διαφορά δε πολλή μεταξύ των δύο οδών.

2. Η μεν ουν της ζωής εστιν αύτη· πρώτον αγαπήσεις τον θεόν τον ποιήσαντά σε, δεύτερον τον πλησίον σου ως σεαυτόν· πάντα δε όσα εάν θελήσης μη γίνεσθαί σοι, και συ άλλω μη ποίει.

3. Τούτων δε των λόγων η διδαχή εστιν αύτη· ευλογείτε τους καταρωμένους υμίν και προσεύχεσθε υπέρ των εχθρών υμών, νηστεύετε δε υπέρ των διωκότων υμάς· ποία γαρ χάρις, εάν αγαπάτε τους αγαπώντας υμάς; ουχί και τα έθνη το αυτό ποιούσιν; υμείς δε αγαπάτε τους μισούντας υμάς, και ουχ έξετε εχτρόν. 4. απέχου των σαρκικών και σωματικών επιθυμιών· εάν τις σοι δώ ράπισμα εις την δεξιάν σιαγόνα, στρέψον αυτώ και την άλλην, και έση τέλειος· εάν αγγαρεύση σε τις μίλιον εν, ύπαγε μετ’ αυτού δύο· εάν άρη τις το ιμάτιόν σου, δος αυτώ και τον χιτώνα· εάν λάβη τις από σου το σον, μη απαίτει· ουδέ γαρ δύνασαι. 5. παντί τω αιτούντί σε δίδου και μη απαίτει· πάσι γαρ θέλει δίδοσθαι ο πατήρ εκ των ιδίων χαρισμάτων. μακάριος ο διδούς κατά την εντολήν· αθώος γαρ εστιν. ουαί τω λαμβάνοντι· ει μεν γαρ χρείαν έχων λαμβάνει τις, αθώος έσται· ο δε μη χρείαν έχων δώσει δίκην, ινατί έλαβε και εις τι· εν συνοχή δε γενόμενος εξετασθήσεται περί ων έπραξε, και ουκ εξελεύσεται εκείθεν, μέχρις ου αποδώ τον έσχατον κοδράντην. 6. αλλά και περί τούτου δε είρηται· Ιδρωσάτω η ελεημοσύνη σου εις τας χείρας σου, μέχρις αν γνώς τίνι δώς.


II (2)

1. Δευτέρα δε εντολή της διδαχής· 2. ου φονεύσεις, ου μοιχεύσεις, ου παιδοφθορήσεις, ου πορνεύσεις, ου κλέψεις, ου μαγεύσεις, ου φαρμακεύσεις, ου φονεύσεις τέκνον εν φθορά, ουδέ γεννηθέν αποκτενείς, ουκ επιθυμήσεις τα του πλησίον. 3. ουκ επιορκήσεις, ου ψευδομαρτυρήσεις, ου κακολογήσεις, ου μνησικακήσεις. 4. ουκ έση διγνώμων ουδέ δίγλωσσος· παγίς γαρ θανάτου η διγλωσσία. 5. ουκ έσται ο λόγος σου ψευδής, ου κενός, αλλά μεμεστωμένος πράξει. 6. ουκ έση πλεονέκτης ουδέ άρπαξ ουδέ υποκριτής ουδέ κακοήθης ουδέ υπερήφανος. ου λήψη βουλήν πονηράν κατά του πλησίον σου. 7. ου μισήσεις πάντα άνθρώπον, αλλά ους μεν ελέγξεις, περί δε ων προσεύξη, ους δε αγαπήσεις υπέρ την ψυχήν σου.


III (3)

1. Τέκνον μου, φεύγε από παντός πονηρού και από παντός ομοίου αυτου. 2. μη γίνου οργίλος, οδηγεί γαρ η οργή προς τον φόνον, μηδέ ζηλωτής μηδέ εριστικός μηδέ θυμικός· εκ γαρ τούτων απάντων φόνοι γεννώνται. 3. τέκνον μου, μη γίνου επιθυμητής, οδηγεί γαρ η επιθυμία προς την πορνείαν, μηδέ αισχρολόγος μηδέ υψηλόφθαλμος· εκ γαρ τούτων απάντων μοιχείαι γεννώνται. 4. τέκνον μου, μη γίνου οιωνοσκόπος, επειδή οδηγεί εις την ειδωλολατρίαν, μηδέ επαοιδός μηδέ μαθηματικός μηδέ περικαθαίρίαν, μηδέ θέλε αυτά βλέπειν· εκ γαρ τούτων απάντων ειδωλολατρία γεννάται. 5. τέκνον μου, μη γίνου ψεύστης, επειδή οδηγεί το ψεύσμα εις την κλοπήν, μηδέ φιλάργυρος μηδέ κενόδοξος· εκ γαρ τούτων απάντων κλοπαί γεννώνται. 6. τέκνον μου, μη γίνου γόγγυσος, επειδή οδηγεί εις την βλασφημίαν, μηδέ αυθάδης μηδέ πονηρόφρων· εκ γαρ τούτων απάντων βλασφημίαι γεννώνται. 7. ίσθι δε πραύς, επεί οι πραείς κληρονομήσουσιν την γην. 8. γίνου μακρόθυμος και ελεήμων και άκακος και ησύχιος και αγαθός και τρέμων τους λόγους δια παντός, ους ήκουσας. 9. ουχ υψώσεις σεαυτόν ουδέ δώσεις τη ψυχή σου θράσος. ου κολληθήσεται η ψυχή σου μετά υψηλών, αλλά μετά δικαίων και ταπεινών αναστραφήση. 10. τα συμβαίνοντά σοι ενεργήματα ως αγαθά προσδέξη, ειδώς ότι άτερ θεού ουδέν γίνεται.


IV (4)

1. Τέκνον μου, του λαλούντός σοι τον λόγον του θεού μνησθήση νυκτός και ημέρας, τιμήσεις δε αυτόν ως κύριον· όθεν γαρ η κυριότης λαλείται, εκεί κύριός εστιν. 2. εκζητήσεις δε καθ’ ημέραν τα πρόσωπα των αγίων, ίνα επαναπαής τοις λόγοις αυτών. 3. ου ποιήσεις σχίσμα, ειρηνεύσεις δε μαχομένους· κρινείς δικαίως, ου λήψη πρόσωπον ελέγξαι επί παραπτώμασιν. 4. ου διψυχήσεις, πρότερον έσται ή ου.

5. Μη γίνου προς μεν το λαβείν εκτείνων τας χείρας, προς δε το δούναι συσπών. 6. εάν έχης δια των χειρών σου, δώσεις λύτρωσιν αμαρτιών σου. 7. ου διστάσεις δούναι ουδέ διδούς γογγύσεις· γνώση γαρ, τις εστιν ο του μισθού καλός ανταποδότης. 8. ουκ αποστραφήση τον ενδεόμενον, συγκοινωνήσεις δε πάντα τω αδελφώ σου και ουκ ερείς ίδια είναι· ει γαρ εν τω αθανάτω κοινωνοί εστε, πόσω μάλλον εν τοις θνητοίς;

9. Ουκ αρείς την χείρα σου από του υιού σου ή από της θυγατρός σου, αλλά από νεότητος διδάξεις τον φόβον του θεού. 10. ουκ επιτάξεις δούλω σου ή παιδίσκη, τοις επί τον αυτόν θεόν ελπίζουσιν, εν πικρία σου, μήποτε ου μη φοβηθήσονται τον επ’ αμφοτέροις θεόν· ου γαρ έρχεται κατά πρόσωπον καλέσαι, αλλ’ εφ’ ους το πνεύμα ητοίμασεν. 11. υμείς δε οι δούλοι υποταγήσεσθε τοις κυρίοις υμών ως τύπτω θεού εν αισχύνη και φόβω.

12. Μισήσεις πάσαν υπόκρισιν και παν ό μη αρεστόν τω κυρίω. 13. ου μη εγκαταλίπης εντολάς κυρίου, φυλάξεις δε α παρέλαβες, μήτε προστιθείς μήτε αφαιρών. 14. εν εκκλησία εξομολογήση τα παραπτώματά σου, και ου προσελεύση επί προσευχήν σου εν συνειδήσει πονηρά· αύτη εστίν η οδός της ζωής.


V (5)

1. Η δε του θανάτου οδός εστιν αύτη· πρώτον πάντων πονηρά εστι και κατάρας μεστή· φόνοι, μοιχείαι, επιθυμίαι, πορνείαι, κλοπαί, ειδωλολατρίαι, μαγείαι, φαρμακίαι, αρπαγαί, ψευδομαρτυρίαι, υποκρίσεις, διπλοκαρδία, δόλος, υπερηφανία, κακία, αυθάδεια, πλεονεξία, αισχρολογία, ζηλοτυπία, θρασύτης, ύψος, αλαζονεία. 2. διώκται αγαθών, μισούντες αλήθειαν, αγαπώντες ψεύδος, ου γινώσκοντες μισθόν δικαιοσύνης, ου κολλώμενοι αγαθώ ουδέ κρίσει δικαία αγρυπνούντες ουκ εις το αγαθόν, αλλ’ εις το πονηρόν· ων μακράν πραύτης και υπομονή, μάταια αγαπώντες, διώκοντες ανταπόδομα, ουκ ελεούντες πτωχόν, ου πονούντες επί καταπονουμένω, ου γινώσκοντες τον ποιήσαντα αυτούς, φονείς τέκνων, φθορείς πλάσματος θεού, αποστρεφόμενοι τον ενδεόμενον, καταπονούντες τον θλιβόμενον, πλουσίων παράκλητοι, πενήτων άνομοι κριταί, πανθαμάρτητοι· ρυσθείητε, τέκνα, από τούτων απάντων.


VI (6)

1. Όρα, μη τις σε πλανήση από ταύτης της οδού της διδαχής, επεί παρεκτός θεού σε διδάσκει. 2. ει μεν γαρ δύνασαι βαστάσαι όλον τον ζυγόν του κυρίου, τέλειος έση· ει δ’ ου δύνασαι, ό δύνη, τούτο ποίει. 3. περί δε της βρώσεως, ό δύνασαι βάστασον· από δε του ειδωλοθύτου λίαν πρόσεχε· λατρεία γαρ εστι θεών νεκρών.


VII (7)

1. Περί δε του βαπτίσματος, ούτω βαπτίσατε· ταύτα πάντα πρειπόντες, βαπτίσατε εις το όνομα του πατρός και του υιού και του αγίου πνεύματος εν ύδατι ζώντι. 2. εάν δε μη έχης ύδωρ ζων, εις άλλο ύδωρ βάπτισον· ει δ’ ου δύνασαι εν ψυχρώ, εν θερμώ. 3. εάν δε αμφότερα μη έχης, έκχεον εις την κεφαλήν τρις ύδωρ εις όνομα πατρός και υιού και αγίου πνεύματος. 4. προ δε του βαπτίσμος προνηστευσάτω ο βαπτίζων και ο βαπτιζόμενος και ει τινες άλλοι δύναται· κελεύεις δε νηστεύσαι τον βαπτιζόμενον προ μιας ή δύο.


Розділ: Дідахі | Додано:(26.10.2007)
Переглядів: 1783
Використовуються технології uCoz
ВХІД НА ПОРТАЛ


Copyright Ortodox portal LOGOS © 2017 Використовуються технології uCoz